# De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 11.1.9-14

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI, 11.1.9 to 11.1.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-simplicium-medicamentorum-temperamentis-ac-facultatibus-i-vi/11.1.9

[θ΄. Περὶ πνεύμονος ἀρνείου καὶ χοιρείου καὶ ἀλώπεκος.] Πνεύμων ἄρνειός τε καὶ χοίρειος τὰ ἐξ ὑποδημάτων παρατρίμματα θεραπεύειν πεπίστευται. ὁ δὲ τῆς ἀλώπεκος σκελετευθεὶς εἰ πίνοιτο, τοὺς ἀσθματικοὺς ὠφελεῖ. [ι΄. Περὶ ἥπατος κυνὸς λυττῶντος.] Ἧπαρ τὸ μὲν λυττῶντος κυνὸς ἔγραψάν τινες, εἰ ὀπτηθὲν βρωθείη, τοῖς ὑπ’ αὐτοῦ δεδηγμένοις γίγνεσθαι βοήθημα, καί τινας μὲν οἶδα τῶν προσενεγκαμένων αὐτὸ ζῇν, ἀλλ’ οὐκ ἐκείνῳ μόνῳ, χρησαμένους δ’ ἐφεξῆς καὶ τοῖς ἄλλοις φαρμάκοις, ὧν πεῖραν ἔχομεν ἐπὶ τῶν λυσσοδήκτων. ἤκουσα δέ τινας αὐτῷ μόνῳ πιστεύσαντας ὕστερον ἀποθανόντας. [ια΄. Περὶ ἥπατος αἰγὸς καὶ τράγου.] Τὸ δὲ τῆς αἰγὸς ἧπαρ ὀπτῶντές τινες, εἶτα λαμβάνοντες τὸν ἀποῤῥέοντα ἰχῶρα πρὸς νυκτάλωπας χρῶνται, καὶ τὸν ἀτμὸν δ’ αὐτοῦ δέχεσθαι τοῖς ὀφθαλμοῖς ἀνεῳγόσι κελεύουσιν ἑψομένου. καὶ μέντοι καὶ ὀπτὸν ἐσθιόμενον πρὸς ταῦτα τὰ παθήματά φασιν ἁρμόττειν, ἐλέγχειν τε τοὺς ἐπιλήπτους, εἰ βρωθείη. ταὐτὸ δὲ δύνασθαι καὶ τὸ τράγειον ἧπαρ. [ιβ΄. Περὶ ἥπατος σαύρας.] Ἧπαρ σαύρας ἐντεθὲν ὀδοῦσι βεβρωμένοις ἔγραψάν τινες ἀνωδυνίαν ἐργάζεσθαι. [ιγ΄. Περὶ κοιλίας αἰθυίας.] Κοιλίαν αἰθυίας ἐπαινοῦσί τινες ὡς πεπτικὸν φάρμακον, εἴ τις ἢ παραχρῆμα λαμβάνων ἑφθὴν ἢ σκελετεύων προσφέροιτο. πειραθέντες δ’ ἡμεῖς αὐτοῦ ματαίαν εὕρομεν τὴν ὑπόσχεσιν, ὥσπερ καὶ τοῦ τῶν ἀλεκτορίδων ἔνδον χιτῶνος, ὃν καὶ αὐτὸν ἔνιοι σκελετεύοντες ὠφελεῖν φασιν, εἰ ποθείη τοὺς στομαχικούς. [ιδ΄. Περὶ ἥπατος λύκου.] Τὸ δὲ ἧπαρ τοῦ λύκου πολλάκις μὲν ἔβαλλον εἰς τὸ δι’ εὐπατορίου φάρμακον ἡπατικὸν, οὐ μὴν ὑπεροχῆς τινος ἐπειράθην ἀξιολόγου, παραβάλλων αὐτῷ τὸ χωρὶς τούτου σκευαζόμενον.

---

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg075.local001/.
