Ancient Greek
Book 3
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 3.19
Not analysed yet
Τῶν τοίνυν ἀναιρούντων κατὰ ψύξιν φαρμάκων οὐδὲν ὑπάρχει τῷ γένει δηλητήριον, ἀλλὰ τῷ ποσῷ μόνον. ἐπὶ δέ γε τῶν διαβιβρωσκόντων τε καὶ σηπόντων καὶ θερμαινόντων οὐχ ὡσαύτως ἔχει. ἀλλὰ περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅσα δὲ τῷ ψύχειν ἀναιρεῖ, ταῦτα οὐκ ἀναιρήσει σμικρὰ τῷ πλήθει ληφθέντα, καθάπερ οὐδ’ εἰ πολλῇ φλογὶ βραχὺ καταχέεις ὕδωρ, ἢ ξύλον ἓν ἐπιθείης ὑγρόν τε καὶ χλωρόν. ὥσπερ γὰρ εἰ μὴ θερμασίαν ἔχοι δαψιλῆ, καταθραύουσάν τε καὶ ποδηγοῦσαν αὐτὸ μέχρι τῆς καρδίας, ἀδύνατον ἀναιρεῖν ἐστιν, οὕτως εἰ τὸ καταθραῦον αὐτὸ καὶ ποδηγοῦν ἰσχυρότερον εἴη πολλῷ, τελέως ἐκνικήσει καὶ μεταβαλεῖ καὶ τροφὴν ποιήσει αὑτῷ τὸ φάρμακον.