Ancient Greek
6.1.37 to 6.1.40
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 6.1.37-40
Not analysed yet
[λζ΄. Περὶ ἀμμωνιακοῦ.] Ἀμμωνιακὸν ὀπός ἐστι νάρθηκός τινος. τοῦτο μαλακτικῆς ἐστι δυνάμεως ἐπιτεταμένης, ὥστε καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους διαλύειν καὶ σπλῆνας ἐσκιῤῥουμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν. [λη΄. Περὶ ἀμώμου.] Ἄμωμον ἔοικε κατὰ τὴν δύναμιν ἀκόρῳ πλὴν ὅτι ξηρότερόν ἐστι τὸ ἄκορον πεπτικώτερον δὲ τὸ ἄμωμον. [λθ΄. Περὶ ἀναγαλλίδος.] Ἀναγαλλὶς ἑκατέρα, ἥ τε τὸ κύανον ἄνθος ἔχουσα καὶ ἡ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικὸν, ὥστε καὶ σκόλοπας ἐπισπᾶσθαι. ὁ δὲ χυλὸς αὐτῶν ἐκ ῥινῶν καθαίρει διὰ τὴν αὐτὴν αἰτίαν, καὶ καθόλου φάναι ξηραντικὴν ἔχουσι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι καὶ τοῖς σηπομένοις βοηθοῦσι. [μ΄. Περὶ ἀναγύρου.] Ἀνάγυρος θάμνος ἐστὶ δυσώδης καὶ δριμὺς, διαφορητικῆς καὶ θερμαινούσης δυνάμεως. ἀλλὰ τὰ μὲν φύλλα τὰ χλωρὰ διὰ τὴν ὑγρότητος ἐπιμιξίαν ἧττον ὄντα δριμέα κατασταλτικὰ τῶν οἰδούντων ἐστὶν, ξηρανθέντα δὲ τμητικῆς καὶ ξηραινούσης ἰσχυρῶς δυνάμεως. ὁμοίας δέ πώς ἐστι φύσεως καὶ ὁ τῆς ῥίζης αὐτῶν φλοιός. τὸ δὲ σπέρμα πλέον ἐστὶ λεπτομερεστέρας, ἀλλὰ καὶ ἐμετικόν ἐστιν.