Ancient Greek
6.1.46 to 6.1.50
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 6.1.46-50
Not analysed yet
[μστ΄. Περὶ ἀνθυλλίδος.] Ἀνθυλλὶς διττὴ μέν ἐστιν, ἀμφότεραι δὲ ξηραίνουσι μετρίως, ὥστε καὶ ἕλκη κολλᾷν. ἡ δ’ ἑτέρα αὐτῶν, ἡ τῇ χαμαιπίτυϊ ἐοικυῖα, λεπτομερεστέρα πώς ἐστι τῆς ἑτέρας, ὡς καὶ τοῖς ἐπιλήπτοις ἁρμόττειν. αὐτὴ δὲ καὶ ῥυπτικωτέρα τῆς ἑτέρας ὑπάρχει. [μζ΄. Περὶ ἀνθεμίδος.] Ἀνθεμὶς ἢ χαμαίμηλον. εἴρηται μὲν κᾀν τῷ τρίτῳ γράμματι περὶ ταύτης τῆς πόας ἐπὶ πλέον. εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλῇ, ὡς ξηραίνει καὶ θερμαίνει κατὰ τὴν πρώτην τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς καὶ διὰ ταῦτα διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστικὴ τὴν δύναμιν ὑπάρχει. [μη΄. Περὶ ἀνίσου.] Ἀνίσου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥστ’ ἐγγὺς ἥκειν θερμότητος τῶν καυστικῶν. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐκ τῆς τρίτης ἀποστάσεως, ὥσπερ κᾀν τῷ θερμαίνειν. ταῦτ’ ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικὸν, ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν. [μθ΄. Περὶ ἀντιῤῥίνου.] Ἀντίῤῥιον ἢ ἀνάῤῥινον ὅμοιον μόσχου ῥισὶν ἔχει τὸν καρπὸν, ἄχρηστον εἰς τὰς ἰάσεις. αὐτὸ δὲ παραπλησίας ἐστὶ τῷ βουβωνίῳ δυνάμεως, ἀλλὰ πολὺ καταδεέστερον, ὥστε ἐξ ἐκείνων καὶ περὶ τούτου μαθήσῃ. [ν΄. Περὶ ἀπαρίνης.] Ἀπαρίνη· οἱ μὲν φιλάνθρωπον, οἱ δὲ ὀμφακόκαρπον, μετρίως ῥύπτει καὶ ξηραίνει. ἔχει δὲ καί τι λεπτομερές.