# De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 6.1.60

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI, Book 6, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-simplicium-medicamentorum-temperamentis-ac-facultatibus-i-vi/6.1.60

[ξ΄. Περὶ ἀρνογλώσσου.] Ἀρνόγλωσσον. μικτῆς καὶ τοῦτο κράσεώς ἐστιν. ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρὸν, ἔχει δέ τι καὶ αὐστηρὸν, ὅπερ ἐστὶ γεῶδες, ξηρὸν ψυχρὸν, ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει καὶ κατ’ ἄμφω τῆς δευτέρας ἐστὶν ἀποστάσεως τῶν μέσων. ὅσα δὲ μετὰ ψύξεως ξηρά ἐστι φάρμακα, καὶ πρὸς ἕλκη κακοήθη πάντα καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας, καὶ γὰρ καὶ τὰς αἱμοῤῥαγίας ἵστησι καὶ, εἴ τι διακαὲς, ἐμψύχει, καὶ κολλητικὰ κόλπων ἐστὶ καὶ τῶν ἄλλων ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν. ἐν ἅπασι δὲ σχεδὸν τοῖς τοιούτοις φαρμάκοις ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον ἀρνόγλωσσον ὑπάρχει τῇ συμμετρίᾳ τῆς κράσεως. καὶ γὰρ ξηρότητος ἀδήκτου μετέχει καὶ ψύξεως μηδέπω ναρκούσης, καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ αἱ ῥίζαι παραπλησίας εἰσὶ δυνάμεως, πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ’ ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως, ὡς ἀποπνεύσαντος αὐτῶν καὶ διαφορηθέντος τοῦ ὑδατώδους περιττώματος. ταῦτ’ ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρῶνται, διαμασωμέναις τε καὶ τοῖς διακλύμασιν αὐτῶν ἐνεψομέναις. πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις μὲν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολὺ μᾶλλον ἔτι τῷ καρπῷ. μετέχει γάρ τινος ἅπαντα ταῦτα δυνάμεως ῥυπτικῆς, ἣν εἰκὸς εἶναι κᾀν τῇ πόᾳ μὲν χλωρᾷ, νικᾶσθαι δ’ ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος.

---

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg075.local001/.
