Ancient Greek
6.7.2 to 6.7.6
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 6.7.2-6
Not analysed yet
[β΄. Περὶ ἡδυσάρου.] Ἡδύσαρον ἢ πελεκῖνος. τούτου τοῦ θάμνου τὸ σπέρμα πυῤῥὸν μὲν τὴν χρόαν, ἀμφίστομον δὲ καθάπερ οἱ πελέκεις· πικρὸν καὶ ὑπόστρυφνον φαίνεται, ὅθεν εὐστόμαχόν τ’ ἐστὶ πινόμενον, ἐκκαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω καὶ οἱ κλῶνες ὅλου τοῦ θάμνου δρῶσιν. [γ΄. Περὶ ἡμεροκάλλους.] Ἡμεροκάλλους ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ κατὰ τὴν δύναμιν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυτα. καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι. [δ΄. Περὶ ἡμιονίτιδος.] Ἡμιονίτις στύψεως ἅμα σὺν πικρότητι μετέχει, διὸ καὶ σπληνικοὺς ὠφελεῖ σὺν ὄξει πινομένη. [ε΄. Περὶ ἠριγέροντος.] Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει, ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν. [στ΄. Περὶ ἠρυγγίου.] Ἠρύγγιον θερμότητι μὲν ἢ βραχὺ τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει.