Ancient Greek
7.10.24 to 7.10.26
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 7.10.24-26
Not analysed yet
[κδ΄. Περὶ κίκεως.] Κίκεως ὁ καρπὸς ὥσπερ καὶ καθαίρει, ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν, οὕτω καὶ τὸ φύλλον, ἀλλὰ πάντῃ ἀσθενέστερον. τό γ’ ἔλαιον τὸ ἐκ τοῦ καρποῦ θερμότερόν τε καὶ λεπτομερέστερόν ἐστι τοῦ κοινοῦ ἐλαίου καὶ διὰ τοῦτο καὶ διαφορητικόν. [κε΄. Περὶ κινναμώμου.] Κιννάμωμον ἄκρως ἐστὶ λεπτομερὲς, οὐ μὴν ἄκρως γε θερμὸν, ἀλλ’ ἐκ τῆς τρίτης τάξεως· οὐδὲν δ’ οὕτω ξηραίνει τῶν ἐξ ἴσου θερμαινόντων αὐτῷ διὰ τὸ λεπτομερὲς τῆς οὐσίας. ἡ μέντοι κινναμωμὶς οἷόν περ ἀσθενές τί ἐστι κιννάμωμον, ἔνιοι δ’ αὐτὴν ψευδοκιννάμωμον ὀνομάζουσιν. [κστ΄. Περὶ κιρκέας.] Κιρκέας τῆς πόας τὴν μὲν ῥίζαν φησὶ Διοσκουρίδης σὺν οἴνῳ γλυκεῖ πινομένην ὑστέρας ἐκκαθαίρειν, οὖσαν εὐώδη τε καὶ θερμαντικὴν, τὸν δὲ καρπὸν ἐν ῥοφήματι διδόμενον εἰς γένεσιν γάλακτος συνεργεῖν.