Ancient Greek
Book 7, Chapter 10
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 7.10.47
Not analysed yet
[μζ΄. Περὶ κρανίας.] Κρανίας τοῦ δένδρου καὶ ὁ καρπὸς στρυφνὸς ἱκανῶς ἐστιν ἐδώδιμος ὑπάρχων, ὥστε οὐδὲν θαυμαστὸν ἕλκειν καὶ ἰσχυρῶς ἐπέχειν αὐτὸν τὴν γαστέρα, καθάπερ καὶ τὰ μέσπιλα. καὶ τὰ φύλλα δὲ καὶ οἱ βλαστοὶ στρυφνοὶ γευόμενοί εἰσι καὶ ξηραίνουσιν ἰσχυρῶς, ὥστε καὶ τὰ μέγιστα τραύματα κολλᾷν δύνανται καὶ μάλιστα τῶν σκληρῶν σωμάτων. μικροῖς δὲ τραύμασιν ἢ μαλακοῖς σώμασιν ἐναντίοι μᾶλλόν εἰσιν, συντείνουσι γὰρ ταῦτα ξηραίνοντα ἐπιπλέον τοῦ δέοντος.