Ancient Greek
7.11.1 to 7.11.5
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 7.11.1-5
Not analysed yet
[α΄. Περὶ λαγώποδος.] Λαγώπουν ξηραντικῆς δυνάμεώς ἐστιν, ὡς τὰ κατὰ γαστέρα ῥεύματα καλῶς ἐπιξηραίνειν. [β΄. Περὶ λαθυρίδος.] Λαθυρίς. καὶ ταύτην τινὲς εἶδος τιθυμάλλου φασὶν, ὅτι τε παραπλησίως ἐκείνοις ὀπὸν ἔχει καὶ ὅτι καθαίρει τὸν αὐτὸν ἐκείνοις τρόπον, ὁμοία τε τὴν ὅλην δύναμιν ἐκείνοις ἐστὶ, πλὴν ὅσον τὸ σπέρμα γλυκὺ γευομένοις φαίνεται, ὃ δὴ καὶ μάλιστα τὴν καθαρτικὴν ἔχει δύναμιν. [γ΄. Περὶ λαμψάνης.] Λαμψάνη ἐσθιομένη μὲν κακόχυμός ἐστι, καταπλασσομένη δὲ ῥυπτικὸν ἔχει τι καὶ διαφορητικόν. [δ΄. Περὶ λαπάθου.] Λάπαθον διαφορητικῆς μετρίως ἐστὶ δυνάμεως, τὸ δὲ ὀξυλάπαθον μικτῆς. ἅμα γὰρ τῇ διαφορητικῇ καὶ ἀποκρουστικῆς τι μετέχει. τὸ δὲ σπέρμα αὐτῶν ἔχει τι σαφῶς καὶ στυπτικὸν, ὡς καὶ δυσεντερίας καὶ διαῤῥοίας ἰᾶσθαι, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου. τὸ δ’ ἱππολάπαθον ἐν ἕλεσι μὲν γεννᾶται τοὐπίπαν· ἔστι δὲ τῆς αὐτῆς μὲν τοῖς εἰρημένοις, ἀσθενεστέρας δὲ δυνάμεως. [ε΄. Περὶ λειμωνίου.] Λειμωνίου τὸν καρπὸν αὐστηρὸν ὑπάρχοντα μετ’ οἴνου διδόασι κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ αἱμοπτυϊκοῖς. ὀνίνησι δὲ καὶ ῥοῦν γυναικεῖον. ἀρκεῖ δὲ πλῆθος ὀξυβάφου.