Ancient Greek
Book 7, Chapter 11
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 7.11.14
Not analysed yet
[ιδ΄. Περὶ λιβανωτίδων.] Λιβανωτίδες τρεῖς εἰσι· μία μὲν ἄκαρπος, αἱ δὲ δύο φέρουσαι καρπὸν, ὁμοίας ἅπασαι δυνάμεως μαλακτικῆς τε καὶ διαφορητικῆς. ὁ δὲ χυλὸς ὅ τε τῆς ῥίζης καὶ ὁ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας, ὅσαι διὰ πάχος ὑγρῶν γίνονται θεραπεύει. τῆς δὲ εἰς τοὺς στεφάνους χρησίμης λιβανωτίδος, ἣν Ῥωμαῖοι καλοῦσι ῥουσμαρῖνον, τὸ ἀφέψημα τοὺς ἰκτεριῶντας ὀνίνησι πινόμενον. μετέχουσι γὰρ αἱ λιβανωτίδες ἅπασαι ῥυπτικῆς τε καὶ τμητικῆς δυνάμεως.