Ancient Greek
Book 7, Chapter 11
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 7.11.24
Not analysed yet
[κδ΄. Περὶ λωτοῦ τοῦ δένδρου.] Λωτὸς τὸ δένδρον στυπτικῆς μὲν οὐ πολλῆς μετέχει ποιότητος, ἔστι δὲ καὶ λεπτομερὲς καὶ ξηραντικόν. τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτῶν πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ κοιλιακὰς διαθέσεις. ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ δὲ οἴνῳ, ὡς ἂν καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον, ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὸ τὰς ῥεούσας τρίχας ἐπέχειν αὐτὸν ὅτι στυπτικῆς τινος ἅμα τῷ μετρίως ξηραίνειν ἐστὶ δυνάμεως οὐ μικρὸν σημεῖον. ἐῤῥέθη γὰρ κᾀν τῷ περὶ λαδάνου λόγῳ τοιᾶσδε δεῖν εἶναι δυνάμεως τὸ μέλλον ἐφέξειν ῥεούσας τρίχας.