Ancient Greek
8.15.13 to 8.15.16
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 8.15.13-16
Not analysed yet
[ιγ΄. Περὶ ὀριγάνου.] Ὀρίγανος ἡ μὲν Ἡρακλεωτικὴ δραστικωτέρα τῆς ὀνίτιδος, ἀμφοῖν δὲ ἀγρία, ἣν πάνακες Ἡράκλειον, οἱ δὲ κονύλην καλοῦσιν. ἅπασαι δὲ τμητικῆς τε καὶ λεπτυντικῆς καὶ θερμαντικῆς εἰσι δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν ἔχουσαι ταῦτα. ἡ δὲ τραγορίγανος ὀνομαζομένη προσείληφέ τι καὶ στύψεως. [ιδ΄. Περὶ ὀρόβου.] Ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην, εἰς ὅσον δὲ πικρότητος μετείληφεν, εἰς τοσοῦτον τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει. πλέον δὲ ληφθεὶς αἷμα δι’ οὔρων ἄγει. [ιε΄. Περὶ ὀροβάκχης.] Ὀροβάκχη ξηρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν. [ιστ΄. Περὶ ὀρύζης.] Ὄρυζα ἔχει τι στυπτικὸν, διὸ καὶ τὴν γαστέρα μετρίως ἐπέχει.