Ancient Greek
8.18.34 to 8.18.37
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 8.18.34-37
Not analysed yet
[λδ΄. Περὶ σπαργανίου.] Σπαργάνιον ξηραντικῆς καὶ τοῦτο δυνάμεώς ἐστι. [λε΄. Περὶ σπάρτης.] Σπάρτη, ᾧ τὰς ἀμπέλους παρ’ ἡμῖν δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς οὐκ ἀγεννῶς ἐστι δυνάμεως. [λστ΄. Περὶ σταφυλίνου.] Σταφυλῖνος ὁ μὲν ἥμερος ἀσθενέστερος, ὁ δ’ ἄγριος ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ κινεῖ καὶ καταμήνια προτρέπει καὶ σύμπασα μὲν ἡ πόα, μάλιστα δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν ἑαυτῷ, διὸ καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἔνιοι τοῖς φύλλοις αὐτοῦ χλωροῖς μετὰ μέλιτος καταπλάττουσι ὑπὲρ τοῦ καθαρὰ ποιῆσαι. [λζ΄. Περὶ στάχυος.] Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ θάμνος, δριμὺς γευόμενός ἐστι καὶ πικρὸς τῆς τρίτης τάξεως ὑπάρχων τῶν θερμαινόντων, ὥστ’ εὐλόγως οὐ καταμήνια κινεῖ μόνον, ἀλλὰ καὶ ἀμβλωθρίδιόν ἐστι φάρμακον, ἐκβάλλει τε χόρια.