Ancient Greek
Book 9, Chapter 2, lines 9.2.10-9.2.14
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 9.2.10-14
Not analysed yet
Ἠέ σύ γε Θρήϊσσαν ἐνὶ φλέξαις πυρὶ λίαν·
Εἶθ’ ὕδατι ῥανθεῖσα ἐλάσεται, ἔσβεσε δ’ αὐτὴν
Τυτθὸν, ὅτ’ ὀσμήσηται, ἐπιῤῥανθέντος ἐλαίου,
Τὴν ἀπὸ Θρηϊκίου νομέες ποταμοῖο φέρουσιν,
Ὃν Πόντον καλέουσιν.
[ια΄. Περὶ μαγνίτιδός τε καὶ ἡρακλείας.] Τῶν λίθων δ’ ἐστὶ μία καὶ ἡ μαγνῖτις τε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν.
[ιβ΄. Περὶ Ἀραβίου.] Ὅ γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως.
[ιγ΄. Περὶ ἀλαβαστρίτου.] Καὶ ὁ ἀλαβαστρίτης δὲ καλούμενος ὄνυξ εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. ἔνιοι δὲ καὶ ποτίζουσι τοὺς στομαχικοὺς αὐτήν.
[ιδ΄. Περὶ σμυρίδος.] Καὶ ἡ καλουμένη δὲ σμυρὶς, ὅτι μὲν ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως, δῆλόν ἐστιν κᾀκ τῶν χρωμένων αὐτῇ δακτυλιογλύφων, εἰς τὴν τοιαύτην χρείαν, ἀλλ’ ὅτι καὶ τοὺς ὀδόντας ἐργάζεται καθαροὺς ἐπειράθημεν.