Ancient Greek
Book 9, Chapter 3
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 9.3.16
Not analysed yet
[ιστ΄. Περὶ λεπίδος τῆς ἀπὸ χαλκοῦ καὶ σιδήρου καὶ στομώματος.] Λεπὶς ἡ μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον φάρμακον, ἡ δέ τις σιδήρου τε καὶ στομώματος. ὀνομάζουσι δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δ’ ἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν ἧττόν τε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας ἢ λεπτομερεστέρας οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ μᾶλλον. ἡ μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι καὶ ἰοῦ, στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει λεπὶς, καὶ ταῦτ’ ἔτι μᾶλλον ἡ τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης δ’ ἔτι μᾶλλον ἡ ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγγεννῶς, ᾧ καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον. ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη.