Ancient Greek
Book 9, Chapter 3
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 9.3.39
Not analysed yet
[λθ΄. Περὶ ψιμμυθίου.] Ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλ’ ἐμπλαστικόν τε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως. καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ πω θερμαῖνον. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι δι’ αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων τὴν δύναμιν αὐτοῦ.