Ancient Greek
Book 17
Galen, De usu partium corporis humani I-XI 17.3
Not analysed yet
Ταῦτα τοσαῦτα καὶ τηλικαῦτα χρηστὰ τῆς δεικνυμένης ἡμῖν πραγματείας ὁ λόγος οὗτος ὥσπερ ἀγαθός τις ἐπῳδὸς ἐξηγεῖται. λέγω δ’ ἐπῳδὸν, οὐ τὸν ἐπῳδαῖς χρώμενον· ἀλλὰ μὲν γὰρ, ὡς ὁ παρὰ τοῖς μελικοῖς ποιηταῖς, οὓς ἔνιοι λυρικοὺς ὀνομάζουσιν, ὥσπερ στροφή τίς ἐστι καὶ ἀντίστροφος, οὕτω καὶ τρίτος ἐπῳδὸς, ὃν ἱστάμενοι πρὸ τῶν βωμῶν ᾖδον, ὥς φασιν, ὑμνοῦντες τοὺς θεούς. ἐκείνῳ τοίνυν εἰκάσας τὸν λόγον τόνδε, τὴν προσηγορίαν αὐτοῦ μετήνεγκα.