Ancient Greek
ΓΑΛHNOΥ ΠEPI ΛΕΠΤΥΝΟΥΣΗΣ ΔΙΑΙΤΗΣ
Galen, De victu attenuante ΓΑΛHNOΥ ΠEPI ΛΕΠΤΥΝΟΥΣΗΣ ΔΙΑΙΤΗΣ
Not analysed yet
Ἐπειδὴ τὰ πλεῖστα τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρήζει διαίτης, ὧς πολλάκις ἐπὶ μόνη ταύτῃ καταστῆναι καὶ μηδενὸς ἔτι φαρμάκου δεηθῆναι, καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον· ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων.