# De victu attenuante 30

Galen, De victu attenuante, Section 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-victu-attenuante/30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/galen/de-victu-attenuante/30
CTS URN: urn:cts:greekLit:tlg0057.tlg019:30

Ἀλλ’ αὖθις ἐπὶ τὸ τῶν ἄλλων σπερμάτων ἐπάνειμι γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι· συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι χέδροπά ταῦτα καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν γένος ὄσπρια, μόνα δ’ ἐξ αὖ | τῶν ὅσα τῇ χειρὶ δρέπονται, χέδροπά προσαγορεύουσι, τὰ δ’ ἄλλα πάντα τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον σῖτον· οἶ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὧς ἂν ἐθέλῃ, περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηἄμεώς γήσομαι.

---

Galen, De victu attenuante, ed. Karl Kalbfleisch. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg019.local002/.
