# De victu attenuante 59

Galen, De victu attenuante, Section 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-victu-attenuante/59

ἀλλὰ τούτων μὲν ἀπέχεσθαι παντάπασιν οἷς μέλει λεπτυνούσης διαίτης πλὴν ὅσα τῶν ἀκραίων ἅπτεσθαί ποτε μηδὲ τούτων ἀπλῶς, ἀλλ’ εἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ καὶ ὧτα καὶ ῥύγχη καὶ πόδας συῶν ἐσθίειν καὶ γαστρὸς γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι δ’ ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους εἴργεσθαι προσήκει οὐ τούτων μόνον τῶν συῶν τῆς ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δ’ αὐτοῖς ὑπό τε στρουθῶν διαιτᾶσθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου καὶ ἀπλῶς εἰπεῖν ἀπάντων ὅσοι μαλακήν τε καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ᾿ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.

---

Galen, De victu attenuante, ed. Karl Kalbfleisch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg019.local002/.
