Ancient Greek · ~1 min
Book 1
Galen, In Hippocratis Aphorismos 1.6
Not analysed yet
Ἐς δὲ τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκριβείην κράτισται Ἔσχατα νοσήματα κέκληκεν ὁ Ἱπποκράτης τὰ μέγιστα, μεθ’ ἃ οὐκ ἔστιν ἄλλα. καὶ τοίνυν κελεύει τὴν θεραπείαν ὅλην ἐπ’ αὐτῶν ἀκριβεστάτην εἶναι καὶ δηλονότι καὶ τὴν δίαιταν λεπτοτάτην. εἴη δ’ ἂν πάντως ταῦτα κατόξεα καὶ διὰ τοῦτο ἐπιφέρων τὸν ἑξῆς ἀφορισμὸν ἐρεῖ·