Ancient Greek · ~2 min
Book 2
Galen, In Hippocratis Aphorismos 2.10
Not analysed yet
Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις. Συνδιαφθείρεται γὰρ ἡ ἐπεισιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥστ’ αὐξάνεσθαι μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν ἡ γαστὴρ ἀναπεπλησμένη μοχθηρῶν χυμῶν ᾖ τινων, ὑφ’ ὧν καὶ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημάτων συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.