Ancient Greek
Book 2
Galen, In Hippocratis Aphorismos 2.49
Not analysed yet
Οἱ εἰθισμένοι τοὺς συνήθεας πόνους φέρειν, κἂν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀσυνήθων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσι. Ἄλλος ἄλλῳ συνήθης πόνος ἐστὶ, τῷ μὲν δρόμος, ἤ τις ἑτέρα κίνησις διὰ τῶν σκελῶν, τῷ δὲ τὸ χειρονομεῖν, ἤ τις ἄλλη διὰ τῶν χειρῶν ἐνέργειαν, τοῖς δὲ τὸ σκάπτειν ἢ ἐρέσσειν ἢ ἀροῦν ἡ ἁπλῶς ὁτιοῦν ἄλλο. διαφορὰ δ’ ἐν ἅπασι τοῖς τοιούτοις ἐστὶ πόνοις, παρά τε τὸ πλείοσιν ἢ ἐλάσσοσιν ἐνερεῖν μορίοις καὶ παρὰ τὸ αὐτοῖς ἢ μᾶλλον ἢ ἧττον. ἀλλὰ τό γε κοινὸν ἐπὶ πᾶσιν, εὐτονώτερα τῶν ἄλλων γίνεσθαι τὰ γυμναζόμενα μόρια, καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους.