Ancient Greek · ~1 min
Book 4
Galen, In Hippocratis Aphorismos 4.45
Not analysed yet
Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι ἐκ πυρετῶν μακρῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται. Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τούτοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.