Ancient Greek · ~1 min
Book 4
Galen, In Hippocratis Aphorismos 4.51
Not analysed yet
Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας μῆκος νούσου σημαίνει. Πρόδηλος ὁ λόγος καὶ ἴσως οὐδὲ Ἱπποκράτους δεόμενος. ἐν αὐτῷ γὰρ τῷ μὴ λύεσθαι κατὰ τὰς πρώτας κρισίμους εὔδηλον ὡς χρονίζει τὰ τοιαῦτα παθήματα.