Ancient Greek · ~1 min
Book 4
Galen, In Hippocratis Aphorismos 4.53
Not analysed yet
Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυροὶ γίνονται οἱ πυρετοί. Οὐδὲ γὰρ οὐδὲ γενέσθαι δύνανται ταῦτα τὰ περίγλισχρα χωρὶς πολλῆς θερμασίας ὑγρότητα φλεγματικωτέραν ξηραινούσης.