Ancient Greek · ~2 min
Book 5
Galen, In Hippocratis Aphorismos 5.12
Not analysed yet
Ὁκόσοισι φθισιῶσιν ἀποῤῥέωσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς, οὗτοι διαῤῥοίας ἐπιγινομένης ἀποθνήσκουσιν. Περὶ τῶν ἐγγὺς ἤδη τοῦ θανάτου φθισικῶν ὁ λόγος αὐτῷ νῦν ἐστιν οὓς ἐδήλου μὲν ἔχειν κακῶς καὶ ἡ τῶν τριχῶν ῥύσις. ἐπιγενομένης δὲ διαῤῥοίας ἐπίδοξος ἂν ἦν ὁ θάνατος ὅσον οὔπω γενήσεσθαι, ὡς ἂν αἰτίου τε ἅμα καὶ σημείου κακοῦ τοῦ τοιούτου συμπτώματος ὄντος. γίγνεται μὲν γὰρ ἐπ’ ἀῤῥωστίᾳ τῆς δυνάμεώς, αὐτὸ δὲ πάλιν ἀῤῥωστοτέραν αὐτὴν ἀπεργάζεται.