Ancient Greek · ~2 min
Book 5
Galen, In Hippocratis Aphorismos 5.29
Not analysed yet
Τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή. Οὗτος ὁ ἀφορισμὸς εἴρηται καὶ πρόσθεν ἐν τοῖς περὶ φαρμάκων λόγοις· ἀλλὰ καὶ νῦν ἐν τοῖς περὶ τῶν γυναικείων κατά γε τὰ πλεῖστα τῶν ἀντιγράφων εὑρίσκεται. τινὲς δ’ ἐξαίρουσιν αὐτὸν ὅπως μηδεὶς ᾖ γεγραμμένος, ἐξηγήσεως δὲ οὐ δεῖται νεωτέρας ἡμῖν τοῖς ἔμπροσθεν εἰρημένοις.