Ancient Greek · ~2 min
Book 5
Galen, In Hippocratis Aphorismos 5.3
Not analysed yet
Αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν. Οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ ἐκ τοῦ νῦν τοῦ κακόν. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομάζειν οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν, μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ ἂν ἢ θανάσιμον φωνὴ τῆς κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος σπασμὸς ἐκ θατέρου γένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰτίων, ὡς προείρηται.