Ancient Greek · ~3 min
5.31 to 5.32
Galen, In Hippocratis Aphorismos 5.31-32
Not analysed yet
Γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ μᾶλλον, εἰ μεῖζον εἴη τὸ ἔμβρυον. Ἐνδείᾳ τροφῆς φθείρεται τὸ ἔμβρυον οὐ μόνον ἐκ τῆς φλεβοτομίας, ἀλλὰ κἀν ταῖς μικροτέραις ἀσιτίαις, ἐπιδείξομεν δὲ τοῦτο μικρὸν ὕστερον καὶ δι’ ἄλλων ἀφορισμῶν. εἰκότως οὖν τὸ ἔμβρυον τὸ μεῖζον μᾶλλον φθείρεται, φλεβοτομηθείσης τῆς γυναικὸς, διὰ τὸ πλείονος δεῖσθαι τροφῆς. Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις γίνεται. Εἰκότως· ἀντίσπασίς τε γὰρ ἅμα καὶ κένωσις ἔσται τοῦ τὴν ὁρμὴν εἰληφότος αἵματος ἄνω· τουτὶ μὲν οὖν καὶ ἡ πεῖρα διδάσκει συμφερόντως γιγνόμενον, ἐξ αὐτῆς δ’ ὁρμηθέντες καὶ ἡμεῖς μιμησόμεθα τὰ καλῶς ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ διὰ φλεβοτομίας κενώσομεν τὰς οὕτω πάσχουσας.