Ancient Greek
Book 5
Galen, In Hippocratis Aphorismos 5.49
Not analysed yet
Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπιλαμβάνειν τοὺς μυκτῆρας καὶ τὸ στόμα. Οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώσκειν ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐτὰς τὰς ὑστέρας ἐκπεσεῖν βούλεται διὰ τῆς γινομένης ἐντάσεως διὰ τῶν πταρμικῶν φαρμάκων, ἀλλὰ τὰ καλούμενα χόριά τε καὶ ὕστερα.