Ancient Greek
Book 5
Galen, In Hippocratis Aphorismos 5.6
Not analysed yet
Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται ἐν τέτρασιν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. Κάτοξυ πάθος ὁ τέτανός ἐστιν ὡς ἂν ἐξ ὀπισθοτόνου τε καὶ ἐμπροσθοτόνου συγκείμενος, ὥστ’ εἰκότως αὐτὸν συντομωτέραν ποιεῖσθαι τὴν κρίσιν, οὐ φερούσης τὸν ἐπὶ τῇ τάσει κάματον τῆς φύσεως ἐν πλείονι χρόνῳ. κατὰ τὴν πρώτην οὖν περίοδον τῶν κρισίμων ἡμερῶν ἡ κρίσις τῷ πάθει.