Ancient Greek
Book 5
Galen, In Hippocratis Aphorismos 5.67
Not analysed yet
Τὰ χαῦνα χρηστὰ, τὰ ἔνωμα κακά. Οὗτος ὁ λόγος μόριόν ἐστι τοῦ προγεγραμμένου, διδάσκοντος τοῦ Ἱπποκράτους ὅσα μὲν οἰδήματα χαῦνα χρηστὰ πάντ’ εἷναι, τὰ δ’ ἐναντία μοχθηρά. κυρίως μὲν οὖν ἀντίκειται τῷ χαύνῳ τὸ σκληρὸν καὶ ἀντίτυπον. ὁ δ’ Ἱπποκράτης ἔνωμον αὐτὸ προσηγόρευσεν. οὐδὲ γὰρ οἷόν τε γενέσθαι ποτὲ ἀντίτυπον οἴδημα πεπτούσης καλῶς τῆς ἐν τῷ μορίῳ φύσεως τοὺς ἐπιῤῥέοντας χυμούς.