Ancient Greek · ~2 min
6.14 to 6.15
Galen, In Hippocratis Aphorismos 6.14-15
Not analysed yet
Ὑπὸ ὕδρωπος ἐχομένῳ τοῦ κατὰ τὰς φλέβας ἐν τὴν κοιλίην ὕδατος ῥυέντος λύσις. Ἓν καὶ τοῦτό ἐστι παράδειγμα τῶν αὐτομάτων γινομένων ἐπ’ ὠφελείᾳ κενώσεων· αὐτομάτων δηλονότι λεγομένων οὐ τῶν χωρὶς αἰτίας, ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. ὅταν γὰρ δόντων ὑδραγωγὸν φάρμακον ἡ τοιαύτη κένωσις γένηται, οὐκέτ’ αὐτὴν ὀνομάζομεν αὐτόματον. Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπ’ αὐτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν. Ἓν καὶ τοῦτό ἐστιν ὡσαύτως παράδειγμα τῶν καλῶν ὑπὸ τῆς φύσεως γινομένων, ὃ χρὴ μιμεῖσθαι τὸν ἰατρόν. ἡ δὲ ὠφέλεια τῷ τῆς ἀντισπάσεως λόγῳ.