Ancient Greek · ~1 min
Book 6
Galen, In Hippocratis Aphorismos 6.24
Not analysed yet
Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται. Τοῦτο καὶ κατὰ τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν ἐδήλωσεν, οὖ ἡ ἀρχὴ, κύστις ἢν διακοπῇ, ἢ ἐγκέφαλος. οὐκ οἶδα δ’ ὅπως νῦν μάτην γέγραπται. κατεμάθομεν δὲ αὐτὸ τοῦτο καὶ κατ’ ἄλλους τινὰς ἀφορισμοὺς, οὓς καὶ ἐξαιρεῖν ἄμεινον.