Ancient Greek · ~1 min
Book 6
Galen, In Hippocratis Aphorismos 6.37
Not analysed yet
Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ τραχήλῳ ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα. Ἀληθὴς ὁ λόγος καὶ ἡ αἰτία πρόδηλος, εἴ γε ἐκ τῶν διὰ βάθους τε καὶ κυριωτέρων μορίων εἰς τὸ δέρμα μεθίστασθαι τὰ πάθη λυσιτελεῖ.