Ancient Greek
Book 6
Galen, In Hippocratis Aphorismos 6.41
Not analysed yet
Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ ἀποσημαίνει, τουτέοισι διὰ παχύτητα τοῦ πύου ἢ τοῦ τόπου οὐκ ἀποσημαίνει. Καὶ διττῶς γέγραπται ἡ κατὰ τὸν ἀφορισμὸν ἑρμηνεία καὶ διττῶς αὐτὴν ἐξηγοῦνται καὶ λόγον ἡ ἑκατέρα τῶν τε γραφῶν ἔχει καί τῶν ἐξηγήσεων. καὶ γὰρ καὶ διὰ τὴν τοῦ πύου παχύτητα καὶ διὰ τὴν τοῦ τόπου κατακρύπτεται πολλάκις ἡ διάγνωσις τοῦ περιεχομένου κατά τι χωρίον πύου. δεόντως οὖν τινὲς μὲν ἔγραψαν τούτοισι διὰ παχύτητα τοῦ τόπου οὐκ ἀποσημαίνει, τινὲς δὲ τούτοισι διὰ παχύτητα τοῦ πύου.