Ancient Greek · ~1 min
Book 6
Galen, In Hippocratis Aphorismos 6.8
Not analysed yet
Τοῖσι ὑδρωπικοῖσι τὰ γενόμενα ἕλκεα ἐν τῷ σώματι οὐ ῥηϊδίως ὑγιάζεται. Ἐδίδαξεν αὐτὸς ἐν τῷ περὶ ἑλκῶν οὐ πρότερον ἐπουλώμενα τὰ ἕλκη, πρὶν ἀκριβῶς ξηρανθῆναι. τοῦτο δ’ οὐ ῥᾴδιον ἐπὶ τῶν ὑδρωπικῶν ἐργάζεσθαι διὰ τὴν ἀμετρίαν τῆς ὑγρότητος.