Ancient Greek
7.19 to 7.20
Galen, In Hippocratis Aphorismos 7.19-20
Not analysed yet
Ἐπὶ ὀστέου ψιλώσει ἐρυσίπελας. Ἐν τούτῳ τῷ λόγῳ μάλιστα χρὴ προσυπακούειν τὸ κακόν· οὐ γὰρ δὴ τοῦτό γέ φησιν ὡς διὰ παντὸς ἢ ὡς τὸ πολὺ τοῖς ἐψιλωμένοις ὀστοῖς ἐρυσίπελας ἐπιγίνεται. τοὐναντίον γὰρ πᾶν ἀληθές ἐστι, τῷ σπανίῳ ἕπεσθαι τοῖς οὕτω παθοῦσιν ὀστοῖς ἐρυσίπελας· ἀλλ’ ὅτι μοχθηρόν ἐστι σύμπτωμα, συγγυμνωθέντος ὀστοῦ τὴν πέριξ σάρκα φανῆναι κατειλημμένην ἐρυσιπέλατι. Ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις. Πρόδηλον δή που καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν, ὡς τοῖς κακοήθεσιν ἐρυσιπέλασιν ἐπιγίνεται ταῦτα.