Ancient Greek · ~1 min
Book 7
Galen, In Hippocratis Aphorismos 7.25
Not analysed yet
Ἐκ φαρμακοποσίης σπασμὸς θανατῶδες. Φαρμακοποσίας καὶ φαρμακείας ἰδίως εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν τὰς τῶν καθαιρόντων φαρμακείας μόνον. ὅτι δ’ ἐπὶ τούτοις ἀμέτρως κενώσασι σπασμὸς ἐπιγινόμενος ὀλέθριόν ἐστιν, εἴ τις μέμνηται τῶν ἤδη πολλάκις εἰρημένων οὐκ ἀγνοεῖ.