Ancient Greek · ~1 min
Book 7
Galen, In Hippocratis Aphorismos 7.28
Not analysed yet
Ὅ τι ἂν ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι οὔτε αὔξεται οὔτε συμφύεται. Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν ἤδη γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται, καὶ ἐφθάσαμεν αὐτὸν ἐξηγήσασθαι μετὰ τὸ ἕκτον ὑπόμνημα.