Ancient Greek · ~2 min
Book 7
Galen, In Hippocratis Aphorismos 7.3
Not analysed yet
Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ κακόν. Οἷόν τι πάθος τοῖς μυσὶν ὁ σπασμός ἐστι, τοιοῦτον ἐν τῷ στομάχῳ γίνεται ἡ λὺγξ, ὑγροῖς ἀνιῶσιν ἐπιγινομένη, ποτὲ μὲν ὅλην τὴν κοιλίαν, ὡς τὰ πολλὰ δὲ τό τε στόμα καὶ τὸν στόμαχον αὐτῆς, ἃ καὶ ἐν τοῖς ἐμέτοις ἀποῤῥίψασα, παραχρῆμα παύεται τῆς λυγγός. ὡς ὅταν γε μηδ’ ὑπὸ τούτων παύηται, δυοῖν θάτερον ἐνδείκνυται, ἤτοι τὴν ἀρχὴν τῶν νεύρων τὸν ἐγκέφαλον ἢ τὴν γαστέρα φλεγμαίνειν οὐ μετρίαν φλεγμονήν. τὸ δὲ τῶν ὀφθαλμῶν ἔρευθος ἕπεται ἀμφοτέροις, καὶ μᾶλλόν γε ταῖς κατὰ τὸν ἐγκέφαλον φλεγμονώδεσι διαθέσεσιν.