Ancient Greek · ~1 min
Book 7
Galen, In Hippocratis Aphorismos 7.49
Not analysed yet
Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγιγνόμενον ἀγαθόν. ἔξω γὰρ τρέπεται τὸ νούσημα. Οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν· ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ βρόγχῳ ἀγαθόν. ἐξήγημαι δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. ἐνταῦθ’ οὖν ἔοικε παραγεγράφθαι, προσθεῖναί τινος βουληθέντος τὸ ἔξω γὰρ τρέπεται τὸ πάθος.