Ancient Greek · ~4 min
7.76 to 7.79
Galen, In Hippocratis Aphorismos 7.76-79
Not analysed yet
Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται. Τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις ὁ λευκοφλεγματίας ὕδερος ἔσται. Ἐπὶ διαῤῥοίῃ δυσεντερίη. Ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνεται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βάθους τούτου γινομένου καὶ οὕτως ἑλκουμένων. ἔμπροσθεν δὲ βέλτιον ἐν ἀφορισμῷ γνησίῳ γέγραπται κατὰ τόνδε τὸν τρόπον· ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία καὶ ἡμεῖς ἐξηγησάμεθα τὸν ἀφορισμὸν τοῦτον ἐν ἕκτῳ τῶν ὑπομνημάτων. Ἐπὶ δυσεντερίῃ λειεντερίη ἐπιγίνεται. Καὶ οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστιν ἀφορισμοῦ εἰρημένου ἔμπροσθεν τοῦτον τὸν τρόπον· ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τούτοισιν ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη, καὶ ἀπόλλυνται. ἐξηγησάμεθα δὲ καὶ ἡμεῖς αὐτὸν κατὰ τὸ ἕκτον τῶν ὑπομνημάτων. Ἐπὶ σφακελισμῷ ἀπόστασις ὀστέου. Ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν ἀπόστασιν αὐτοῦ ἕπεσθαι ἢ τῷ τῆς προκειμένης σαρκὸς, οὐκ ἐδήλωσε, δύναται δ’ ἑκάτερον ἀληθῶς λέγεσθαι.