# In Hippocratis De articulis 1.16

Galen, In Hippocratis De articulis, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-de-articulis/1.16

Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ καὶ ἐμβάλλειν δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν. Μετρίως αὐτὴν λέγει κατὰ φύσιν εἶναι· τοῦτο γὰρ σημεῖον ᾖ τὸ ἐπιεικῶς, ὥσπερ καὶ ὁ ἐπιεικὴς ἄνθρωπος ὁ μέτριος δηλοῦται πρὸς τῶν Ἑλλήνων. ἔνιοι δὲ ᾠήθησαν τὸ ἐπιεικῶς ἀντὶ μάλιστα λέγεσθαι καὶ διὰ τοῦτο οἶμαι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἀφείλοντο ἐγγύς τε γράψαντες. οὕτως γὰρ καὶ οἱ περιαναγκάζοντες κατὰ φύσιν ἐμβάλλουσιν. ἐχρῆν δὲ αὐτοὺς, εἰ καὶ μὴ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους τοῦτο εἴρητο, κατὰ τὴν ἐφεξῆς ῥῆσιν, ἃ μέμφεται τῆς τοιαύτης ἐμβολῆς αὐτοὺς ἐννενοηκέναι, μέμφεται δὲ λέγων περὶ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ καταπεπειγῇ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος, δι’ ὅπερ φησὶν, ἡ διὰ τοῦ κλιμακίου βελτίων ἐστίν. οὐκ οὖν εἰς ἄκρον ἀρετῆς κατὰ τὸ ὑπεροειδὲς ἥκει, ὡς τοῦδε ἐπιεικῶς τὸ μάλιστα συμβαίνει· τὴν γὰρ διὰ τοῦ κλιμακίου μᾶλλον αὐτῆς ἐπαινέσας τί μᾶλλον ἐκείνης ἐπαινεῖ τὴν διὰ ἐμβολῆς.

---

Galen, In Hippocratis De articulis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg095.local001/.
