Ancient Greek
Book 1, lines 1.9-1.11
Galen, In Hippocratis De articulis 1.9-11
Not analysed yet
Α. Β. Γ. Δ.
Αὕτη ἡ ἐμβολὴ καὶ ἡ πρόσθεν εἰρημένη οὐ κατὰ φύσιν ἐοῦσαι ὅμως ἀμφιβάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν ἐμπίπτειν. Οὐ κατὰ φύσιν αὐτὰς εἶπε διὰ τὸ μὴ κατ’ εὐθείας γραμμὰς γίνεσθαι τὴν κίνησιν τῷ ἄρθρῳ, κατὰ περικύλισιν δὲ μᾶλλον, ὡς εἴρηται. κίνδυνος δὲ ἐν τῷδε γίνεται τῆς περιθραύσεως τῶν ἐξοχῶν. τὸ δὲ ἀναγκάζουσι προσέθηκε, τὸ βίαιον αὐτῶν ἐνδεικνύμενος.
Οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσι. Διὰ τί ταύτην τὴν ἐμβολὴν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔχειν ἔφη μαθήσῃ σαφῶς ὅλης αὐτῆς ἀκούσας πρότερον. ἔσται δὲ τοῦτο ταῖς ῥήσεσιν ἀκολουθήσαντι αὐτοῦ.