Ancient Greek · ~1 min
Book 2
Galen, In Hippocratis De articulis 2.30
Not analysed yet
Πᾶσα γὰρ ἔνδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάταγμα ῥέποντα μᾶλλον ἢ ἐς τὴν φύσιν ἄγει. Τῆς οὕτω, φησὶ, καταγείσης γένυος, τουτέστι τῆς καυληδὸν, ἡ ἐπίδεσις ἐκκλίνει μᾶλλον εἰς τὸ κάταγμα ἢ ἐξευθύνει τὰ ὀστᾶ διὰ τὸ μὴ δύνασθαι περιελιχθῆναι τὰ ὀθόνια κύκλῳ τὰ περὶ τὸ πεπονθὸς, ἀλλ’ ἔξωθεν μόνον ἐπικαλέεσθαι.