Ancient Greek · ~3 min
2.35 to 2.36
Galen, In Hippocratis De articulis 2.35-36
Not analysed yet
Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατάξιος. Αὐτὸς δὲ ἐφεξῆς ἐρεῖ τοὺς τρόπους· ἤτοι γὰρ μέρος αὐτῆς κατάγνυται, τῆς συνεχείας φυλαττομένης, ὡς μήτε κάτω χωρῆσαι μήτ’ ἐφ’ ἑκάτερα παραστραφῆναι, ἢ καὶ τούτων τι προσγίγνεται, καὶ ἤτοι κατὰ τὸ χονδρῶδες αὐτῆς τὸ πρόσω τούτων τι συμβαίνειν εἴωθεν, ἢ κατὰ τὸ λοιπὸν τὸ ὀστῶδες. Ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα καὶ μάλιστα. Εἰρωνευόμενος εἴρηκεν οὐ τὰς ὄντως καλὰς σημαίνων, ὧν σκοπός ἐστιν εἰς τὸ κατὰ φύσιν ἄγειν τὸ πεπονθὸς, ἀλλὰ τὰς εὐμόρφους καὶ τερπούσας τοὺς ὁρῶντας. ὁποῖαι δέ εἰσιν αὗται, διὰ τῆς ἑπομένης ῥήσεως μαθήσῃ.