Ancient Greek · ~1 min
Book 2
Galen, In Hippocratis De articulis 2.40
Not analysed yet
Ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβαλέειν. Τὸ μέσον τοῦ ὀθονίου κατὰ τοῦ μέσου τῆς ῥινὸς ἐπιβαλόντα μὴ βιαίως ἀπάγειν χρὴ τῶν δαελῶν ἑκάστην ὀπίσω τῆς κεφαλῆς, ἐντεῦθέν τε ἐπὶ μέτωπον ἀνάγοντα δῆσαι.