Ancient Greek · ~2 min
Book 2
Galen, In Hippocratis De articulis 2.5
Not analysed yet
Ἐν γὰρ τῇ ἐδωδῇ καὶ ἐν τῇ διαλέκτῳ καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος. Ἡ κάτω γένυς ἐστὶν ἡ κινουμένη μόνη, ἀπαγόντων μὲν αὐτὴν ἀπὸ τῆς ἀνωτάτης κατὰ τὸν τράχηλον δυοῖν προσθίων μυῶν, προσαγόντων δὲ τῶν μασητήρων. εἰκότως οὖν ἐναργῆ τὴν κίνησιν ἔχει ἐξηρτημένην μεγίστην ἔχον τοῦ ὀστοῦ τὴν κίνησιν, ὠνομάσθησάν τε διὰ τὴν κίνησιν ταύτην μασητῆρες ἀπὸ τοῦ σφοδροτάτου τῶν ἔργων τῆς κάτω γένυος, ἀσθενὴς γὰρ ἐν τῷ διαλέγεσθαι κίνησις.